lunedì 17 settembre 2012

Versione per 5 CLASSICO

Pericle contro la superstizione dell'eclisse

Ταῦτα βουλόμενος ἰᾶσθαι καί τι παραλυπεῖν τοὺς πολεμίους,ἑκατὸν καὶ πεντήκοντα ναῦς ἐπλήρουκαὶ πολλοὺς καὶἀγαθοὺς ὁπλίτας καὶ ἱππεῖς ἀναβιβασάμενοςἔμελλενἀνάγεσθαιμεγάλην ἐλπίδα τοῖς πολίταις καὶ φόβον οὐκἐλάττω τοῖς πολεμίοις ἀπὸ τοσαύτης ἰσχύος παρασχώνἤδη δὲπεπληρωμένων τῶν νεῶν καὶ τοῦ Περικλέους ἀναβεβηκότος ἐπὶ τὴν ἑαυτοῦ τριήρητὸν μὲν ἥλιον ἐκλιπεῖν συνέβη καὶ γενέσθαισκότοςἐκπλαγῆναι δὲ πάντας ὡς πρὸς μέγα σημεῖονὁρῶν οὖνὁ Περικλῆς περίφοβον τὸν κυβερνήτην καὶ διηπορημένον,ἀνέσχε τὴν χλαμύδα πρὸ τῆς ὄψεως αὐτοῦκαὶ παρακαλύψαςἠρώτησεμή τι δεινὸν  δεινοῦ τινος οἴεται σημεῖον· ὡς δ' οὐκἔφη, "τί οὖν εἶπεν ἐκεῖνο τούτου διαφέρειπλὴν ὅτι μεῖζόν τι τῆςχλαμύδος ἐστὶ τὸ πεποιηκὸς τὴν ἐπισκότησιν;" ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς λέγεται τῶν φιλοσόφωνἘκπλεύσας δ' οὖν ὁ Περικλῆς οὔτ' ἄλλο τι δοκεῖ τῆς παρασκευῆς ἄξιον δρᾶσαι,πολιορκήσας τε τὴν ἱερὰν Ἐπίδαυρον ἐλπίδα παρασχοῦσαν ὡς ἁλωσομένηνἀπέτυχε διὰ τὴν νόσον.

Nessun commento:

Posta un commento